TLG 1289 002 :: CRATES :: Fragmenta

CRATES Hist.
(Atheniensis: 1 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 369–370.

Frr. 1–7

Citation: Fragment — (line)

t1-5f

ΠΕΡΙ ΤΩΝ ΑΤΗΝΗΣΙ ΘΥΣΙΩΝ.

1

Suidas v. Εἰρεσιώνη,: Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν, ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν, θαλλόν φησι καταστέ‐
5ψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι τῷ Ἀπόλλωνι.

2

Suidas v. Κυνήειος et Photius v. Κύνειος: Κράτης ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν οὕτω γράφει· «Τὸ δὲ Κύννειόν ἐστι Ἀπόλλωνος ἱερὸν Κυννείου· [ἀναλί‐ σκεται δὲ εἰς τὰς θυσίας τὰς τοῦ Ἀπόλλωνος τοῦ Κυν‐
5νείου] τὸ ἐκ τοῦ θυννείου γινόμενον. Τοῦτο δέ ἐστι τὸ θυννεῖον Ἁλῆσι, καὶ γίνεται πρόσοδος μεγάλη. Ταύτην ἡ πόλις εἰς θυσίαν καταχωρίζει τῷ Ἀπόλλωνι τῷ Κυν‐ νείῳ Ἁλῆσι, οὗ Δημήτριος ὁ βασιλεύς.»

3

Harpocratio: Προκώνια ... Δίδυμος δὲ προκώνια, φησὶ, πυροὶ μέλιτι κεχρισμένοι· Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι· ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ
5ἐκ κριθῶν γίνεσθαι, ὡς Ἀντικλείδης ἐν τοῖς Ἐξηγητι‐ κοῖς ὑποσημαίνει. Δήμων δέ φησιν ἐν τῷ Περὶ θυσιῶν· «Καὶ προκώνιά ἐστι κάγχρος
κατηριγμένοι μετὰ ἀρωμάτων.»369

4

Harpocratio: Ὁμηρίδαι. Σέλευκος ἐν βʹ Περὶ βίων ἁμαρτάνειν φησὶ Κράτητα νομίζοντα ἐν ταῖς Ἱερο‐ ποιίαις Ὁμηρίδας ἀπογόνους εἶναι τοῦ ποιητοῦ.

5a

Schol. Soph. Oed. 100: Καὶ οὐ μόνον θυσίας νηφαλίους, ἀλλὰ καὶ ξύλα τινὰ, ἐφ’ ὧν ἔκαιον. Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλια φησὶ προσαγορεύεσθαι. Ὁ δὲ Φιλόχορος ἀκρι‐
5βέστερόν φησι κτλ.

5b

Athenaeus III: Κράτης δ’ ἐν δευτέρᾳ Ἀττικῆς διαλέκτου, θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον.

5c

Idem XI: Κράτης δ’ ἐν δευτέρᾳ Ἀττικῆς διαλέκτου γράφει οὕτως· «Οἱ χόες πελίκαι, καθάπερ εἴπομεν, ὠνομάζοντο. Ὁ δὲ τύπος ἦν τοῦ ἀγγείου πρότερον μὲν τοῖς Παναθηναϊκοῖς ἐοικὼς, ἡνίκα ἐκαλεῖτο πελίκη, ὕστε‐
5ρον δὲ ἔσχεν οἰνοχόης σχῆμα» κτλ.

5d

Idem XIV: Κρ. ἐν βʹ Ἀττ. διαλ. ἐν τοῖς ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι κτλ.

5e

Idem XI: Κρ. ἐν εʹ Ἀττικῆς διαλ. ἔκπωμά φησιν εἶναι οὕτως (σαννάκρα) καλούμενον.

5f

Idem IX: Κράτης ἐν τοῖς Περὶ Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα κτλ., καθά φησι Σέλευκος ἐν τοῖς Περὶ Ἑλληνισμοῦ.

t6-7

ΒΟΙΩΤΙΑΚΑ.

6

Schol. Hesiod. Theog. 5: Περμησὸς, ὃν καλοῦσιν οἱ ἐγχώριοι διὰ τὸ πρῶτον φανῆναι Πάρμησον, ὥς φησι Κράτης ἐν τοῖς Βοιωτιακοῖς. Ἐμβάλλει δὲ εἰς τὴν Κωπαΐδα λίμνην, τὰς δὲ πηγὰς ἔχει ἐν τῇ Θεσπιακῇ
5χώρᾳ.

7

Etym. M: Ἄρνη, πόλις Βοιωτίας· ἔστι δὲ καὶ Θεσσαλίας· ἀπὸ Ἄρνης τῆς Αἰόλου· ὁ δὲ Κράτης φησὶ παρὰ τὸ ἄρνας· ἐπιτηδεία γὰρ εἰς τὸ ἄρνας τρέφειν ἡ πόλις. Καὶ οὐκ ἀπεικός· ὡς γὰρ ὁ αὐτός
5φησι, καὶ τὴν Κῶν τὴν ἐπιτηδείαν πρὸς τὰ πρόβατα τοὺς ἐνοικοῦντας Κᾶρας οὕτως ὀνομάζειν τῇ οἰκείᾳ φωνῇ. Κῶν γὰρ τὸ πρόβατον ὠνόμασαν. Οὕτω καὶ τὴν
ἄρνην· καὶ γὰρ αὕτη εὔαρνος.370